Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.213 Joseph. AJ 10.218 (English) >>Joseph. AJ 10.222

10.216

Ὀλίγῳ δʼ ὕστερον χρόνῳ πάλιν ὁρᾷ κατὰ τοὺς ὕπνους βασιλεὺς ὄψιν ἑτέραν, ὡς ἐκπεσὼν τῆς ἀρχῆς μετὰ θηρίων ἕξει τὴν δίαιταν καὶ διαζήσας οὕτως ἐπὶ τῆς ἐρημίας ἔτεσιν ἑπτὰ αὖθις τὴν ἀρχὴν ἀπολήψεται. τοῦτο θεασάμενος τοὖναρ πάλιν τοὺς μάγους συγκαλέσας ἀνέκρινεν αὐτοὺς περὶ αὐτοῦ καὶ τί σημαίνοι λέγειν ἠξίου. 10.217τῶν μὲν οὖν ἄλλων οὐθεὶς ἠδυνήθη τὴν τοῦ ἐνυπνίου διάνοιαν εὑρεῖν οὐδʼ ἐμφανίσαι τῷ βασιλεῖ, Δανίηλος δὲ μόνος καὶ τοῦτʼ ἔκρινε καὶ καθὼς οὗτος αὐτῷ προεῖπεν ἀπέβη. διατρίψας γὰρ ἐπὶ τῆς ἐρημίας τὸν προειρημένον χρόνον οὐδενὸς τολμήσαντος ἐπιθέσθαι τοῖς πράγμασι παρὰ τὴν ἑπταετίαν, δεηθεὶς τοῦ θεοῦ τὴν βασιλείαν ἀπολαβεῖν πάλιν εἰς αὐτὴν ἐπανέρχεται. 10.218ἐγκαλέσῃ δέ μοι μηδεὶς οὕτως ἕκαστα τούτων ἀπαγγέλλοντι διὰ τῆς γραφῆς, ὡς ἐν τοῖς ἀρχαίοις εὑρίσκω βιβλίοις· καὶ γὰρ εὐθὺς ἐν ἀρχῇ τῆς ἱστορίας πρὸς τοὺς ἐπιζητήσοντάς τι περὶ τῶν πραγμάτων μεμψομένους ἠσφαλισάμην, μόνον τε μεταφράζειν τὰς Ἑβραίων βίβλους εἰπὼν εἰς τὴν Ἑλλάδα γλῶτταν καὶ ταῦτα δηλώσειν μήτε προστιθεὶς τοῖς πράγμασιν αὐτὸς ἰδίᾳ μήτʼ ἀφαιρῶν ὑπεισχημένος. 10.219

δὲ βασιλεὺς Ναβουχοδονόσορος ἔτη τρία καὶ τεσσαράκοντα βασιλεύσας τελευτᾷ τὸν βίον ἀνὴρ δραστήριος καὶ τῶν πρὸ αὐτοῦ βασιλέων εὐτυχέστερος γενόμενος. μέμνηται δʼ αὐτοῦ τῶν πράξεων καὶ Βηρωσὸς ἐν τῇ τρίτῃ τῶν Χαλδαϊκῶν ἱστοριῶν λέγων οὕτως·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.213 Joseph. AJ 10.218 (English) >>Joseph. AJ 10.222

Powered by PhiloLogic